Add parallel Print Page Options

Ἐγένετο ἐν ταῖς ἡμέραις [a]Ἡρῴδου βασιλέως τῆς Ἰουδαίας ἱερεύς τις ὀνόματι Ζαχαρίας ἐξ ἐφημερίας Ἀβιά, [b]καὶ γυνὴ [c]αὐτῷ ἐκ τῶν θυγατέρων Ἀαρών, καὶ τὸ ὄνομα αὐτῆς Ἐλισάβετ. ἦσαν δὲ δίκαιοι ἀμφότεροι [d]ἐναντίον τοῦ θεοῦ, πορευόμενοι ἐν πάσαις ταῖς ἐντολαῖς καὶ δικαιώμασιν τοῦ κυρίου ἄμεμπτοι. καὶ οὐκ ἦν αὐτοῖς τέκνον, καθότι [e]ἦν ἡ Ἐλισάβετ στεῖρα, καὶ ἀμφότεροι προβεβηκότες ἐν ταῖς ἡμέραις αὐτῶν ἦσαν.

Ἐγένετο δὲ ἐν τῷ ἱερατεύειν αὐτὸν ἐν τῇ τάξει τῆς ἐφημερίας αὐτοῦ ἔναντι τοῦ θεοῦ κατὰ τὸ ἔθος τῆς ἱερατείας ἔλαχε τοῦ θυμιᾶσαι εἰσελθὼν εἰς τὸν ναὸν τοῦ κυρίου, 10 καὶ πᾶν τὸ πλῆθος ἦν τοῦ λαοῦ προσευχόμενον ἔξω τῇ ὥρᾳ τοῦ θυμιάματος·

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 1:5 Ἡρῴδου WH Treg NIV ] + τοῦ RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 1:5 καὶ WH Treg NIV ] + ἡ RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 1:5 αὐτῷ WH Treg NIV ] αὐτοῦ RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 1:6 ἐναντίον WH Treg NIV ] ἐνώπιον RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 1:7 ἦν ἡ Ἐλισάβετ WH Treg NIV ] ἡ Ἐλισάβετ ἦν RP